ΙΟΥΛΙΟΣ
ΚΕ΄
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ
τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον
ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον
ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον
ημάς.
Δόξα
Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των
αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις
αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι
τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον.
Κύριε, ελέησον.
Δόξα
Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των
αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου,
ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης.
Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα
ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις
πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ψαλμός ρμβ’ (142).
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ
Σου καὶ
μὴ
εἰσέλθης εἰς κρίσιν μετά τοῦ
δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ
ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ
ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ
καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ
ψυχή μου ὡς γῆ
ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ
ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ
καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ
με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ
ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ
εὐθείᾳ,
ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ
δικαιοσύνῃ
Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ
ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός
Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός
Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός
Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός
Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
ἱεράρχην τοῦ Χριστοῦ
τὸν πανέντιμον, καὶ
τροπαιοῦχον ἀρετῶν τὸν ἀήττητον, τῶν Ὀρθοδόξων καύχημα Γρηγόριον σοφόν, πάντες ἀνυμνήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· ῥῦσαι ἱκεσίαις σου, πειρασμῶν καὶ
κινδύνων, καὶ
πάσης ἄλλης βλάβης τοῦ
ἐχθροῦ, ὅπως ὑμνῶμεν, ἐνθέως τὴν μνήμην σου.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ
Πνεύματι.
Καί νῦν καί
ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι, εἰμὴ
γὰρ Σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καί ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ
ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ
ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ
κρίνεσθαί Σε. Ἰδοὺ
γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ
μήτηρ μου. Ἰδοὺ
γάρ ἀλήθειαν ἠγάπησας, τὰ
ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ
καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ
Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ
ἀποῤῥίψῃς με ἀπὸ
τοῦ
προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ
ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ
στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ
σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ
γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ
τήν αἴνεσίν Σου. Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ
τῷ
Θεῷ
πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ
Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ
Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ῥημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Πάτερ, καὶ
παράσχου μοι φωτισμόν, καὶ
ῥώμην κατὰ τοῦ
πολεμίου, ὡς ἀντιλήπτωρ μου Γρηγόριε πάντοτε.
Τοῦ
Δεσπότου εὔοσμον καὶ
σεπτόν, σκεῦος ἀνεδείχθη, ὦ
Γρηγόριε θαυμαστέ· διό σε θερμῶς παρακαλοῦμεν, μνήσθητι Πάτερ ἡμῶν τῶν ὑμνούντων σε.
Στενούμενοι
πάθεσι χαλεποῖς, τὴν σὴν ἐξαιτοῦμεν, ὦ
Γρηγόριε ἀρωγήν, λύτρωσαι οὖν Πάτερ τοὺς σοὺς δούλους, ἐκ τῆς εὑρούσης ἡμᾶς δεινῆς θλίψεως.
Θεοτοκίον.
Σταγόνα
κατανύξεως τῷ οἰκτρῷ,
ὄμβρησόν μοι Κόρη, ἀναστέλλουσα βλαβερόν, καύσωνα καρδίας μου Παρθένε, ἐξαίρουσα πάθη τὰ
πολεμοῦντά με.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὰς φωνὰς ἐνωτίζου καὶ
τὴν θερμὴν δέησιν, καὶ
τοὺς στεναγμοὺς τῆς καρδίας, τῶν αἰτουμένων σε, Γρηγόριε ἔνδοξε, καὶ
τῆς παρούσης ἀνάγκης, σπεῦσον καὶ
ἀπάλλαξον, ἡμᾶς μακάριε.
Ὁ Θεὸς σὲ
παμμάκαρ, ἱεραρχῶν καύχημα, ἔδειξεν ἐν κόσμῳ
προστάτην, τῶν εὐφημούντων σε· διὸ
οἰκτείρησον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, Πάτερ Γρηγόριε.
Ῥαθυμίας ἁπάσης βιοτικῆς Ἅγιε, ταῖς πρὸς τὸν Θεόν σου πρεσβείαις, πάντας ἀπάλλαξον, καὶ
καταξίωσον, τῆς αἰωνίου τρυφῆς με, καὶ
φωτὸς τοῦ
μέλλοντος, ποιῆσαι μέτοχον.
Θεοτοκίον.
Ἀδιόδευτε πύλη ἡ πρὸς Θεὸν φέρουσα, πύλας μετανοίας μοι Κόρη, ἄνοιξον δέομαι, ἀποκαθαίρουσα,
ἁμαρτιῶν μου τὸν ῥῦπον, ὄμβροις τοῦ
ἐλέους Σου, Θεοχαρίτωτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ταῖς ῥανίσι κατάρδευσον, τῆς σῆς εὐσπλαγχνίας Γρηγόριε ἔνδοξε, χερσωθεῖσαν τὴν καρδίαν μου, καὶ
καρποφορεῖν αὐτὴν ἀξίωσον.
Πρὸς Χριστὸν διαμεῖναί μου, τὰ
τῆς διανοίας βάσεις ἀξίωσον, καὶ
δαιμόνων τὴν ἐπήρειαν, ἀπ’ ἐμοῦ
Γρηγόριε τάχει φυγάδευσον.
Ῥωμαλέον τὸ φρόνημα, ἔχειν ἐν δεινοῖς με Γρηγόριε πρέσβευε, πρὸς Χριστὸν τὸν ὑπεράγαθον, τὴν ἐμὴν ἐλπίδαν ἀναθέμενος.
Θεοτοκίον.
Ῥόδον Σὺ τὸ
ἀμάραντον, ὦ Παρθένε μόνη βλαστήσασα, ταῖς πρεσβείαις Σου περίσωζε, τοὺς προστρέχοντάς Σοι Μητροπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τῶν ἱεραρχῶν, ὦ
Γρηγόριε τὸ
καύχημα, τοῖς μετὰ
πόθου σὲ
γεραίρουσιν, τῶν ἰαμάτων τὰ
χαρίσματα χορήγησον.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύσας ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καὶ
συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντάς σε Γρηγόριε.
Μόνον
τὸν Θεόν, ἔσχες Πάτερ ἐν καρδίᾳ
σου, καὶ
δι’ Αὐτοῦ
τῶν ἰαμάτων τοὺς κρουνούς, ὡς ἀπὸ
κρήνην ἀναβλύζεις τῆς σῆς λάρνακος.
Θεοτοκίον.
Ἅπαντα ἐχθρόν, δυσμενῶς ἐπιτιθέμενον, ἡμῶν τοῖς δούλοις Σου πανάμωμε,
θείῳ Σου κράτει συμπαθοῦσα ἐξαφάνισον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσάγγελον, ἐπὶ
γῆς πολιτείαν, ὡς διήνυσας Γρηγόριε παμμάκαρ, ἡ
κρηπίς, ἱεραρχῶν καὶ
Ὁσίων, οὕτω κἀμὲ
διανῦσαι ἀξίωσον, σωφρόνως καὶ
ἀγγελικῶς, τὴν ζωὴν ταῖς θερμαῖς σου δεήσεσιν.
Νεκρώσεως,
τῷ καρπῷ ἐζώγρημαι, καὶ
τοῦ
θείου ἀπεῤῥίφθην νυμφῶνος, τὰ
τῆς φθορᾶς, περικείμενος φύλλα, καὶ
τοῦ
θανάτου προφέρων τὴν ἄκανθαν, σὺ
οὖν μὲ
ζώωσον σοφέ, καὶ
τῆς πρώην με δόξης ἀξίωσον.
Ὁλόκληρον, σεαυτὸν προσήγαγες, τῷ
Δεσπότῃ
προσφορὰν καὶ
θυσίαν· ὅθεν κἀμέ, ἐνδυνάμωσον Πάτερ, Αὐτῷ
λατρεῦσαι ὁσίως Γρηγόριε, καὶ
θῦσαι τούτῳ
καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.
Θεοτοκίον.
Φυγάδευσον,
ἐκ τῆς ἀθλίας σαρκός μου, τὴν ἀνίατον ἀσθένειαν Κόρη, καὶ
τῶν δεινῶν, ἀλγηδόνων με ῥῦσαι, καὶ
θεραπείαν τελείαν μοι δώρησαι, καὶ
σῶσόν με τὸν ἐπὶ
Σοί, πεποιθότα ταῖς θείαις πρεσβείαις Σου.
Ἐκ θλίψεων, καὶ ἐκ παντοίων κινδύνων, λύτρωσαι ἱεράρχα, τοὺς τὴν θείαν μνήμην σου θερμῶς ἑορτάζοντας, ὡς ῥύστης τῶν θλιβομένων Γρηγόριε.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ,
τοῖς ἔργοις ἐτίμησας τὸ
κατ’ εἰκόνα Θεοῦ,
Γρηγόριε ἔνδοξε· ἔλαμψας ἐν τῷ
κόσμῳ,
δι’ ἀσκήσεως θείας, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ
καὶ
νῦν γεραίρομεν πίστει τὴν μνήμην σου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν ὁ
Κύριος· ἐγώ
εἰμι ἡ
θύρα· δι' ἐμοῦ
ἐάν τις εἰσέλθῃ,
σωθήσεται, καὶ
εἰσελεύσεται καὶ
ἐξελεύσεται, καὶ
νομὴν εὑρήσει. 10 ὁ
κλέπτης οὐκ ἔρχεται εἰ
μὴ
ἵνα κλέψῃ
καὶ
θύσῃ
καὶ
ἀπολέσῃ· ἐγὼ
ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ
περισσὸν ἔχωσιν. 11 ἐγώ
εἰμι ὁ
ποιμὴν ὁ
καλός. ὁ
ποιμὴν ὁ
καλὸς τὴν ψυχὴν αὐτοῦ
τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ
μισθωτὸς δὲ
καὶ
οὐκ ὢν ποιμήν, οὗ
οὐκ εἰσὶ
τὰ
πρόβατα ἴδια, θεωρεῖ
τὸν λύκον ἐρχόμενον καὶ
ἀφίησι τὰ
πρόβατα καὶ
φεύγει· καὶ
ὁ λύκος ἁρπάζει αὐτὰ
καὶ
σκορπίζει τὰ
πρόβατα. 13 ὁ
δὲ
μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ
οὐ
μέλει αὐτῷ
περὶ
τῶν προβάτων. 14 ἐγώ
εἰμι ὁ
ποιμὴν ὁ
καλός, καὶ
γινώσκω τὰ
ἐμὰ καὶ
γινώσκομαι ὑπὸ
τῶν ἐμῶν, 15 καθὼς γινώσκει με ὁ
πατὴρ κἀγὼ
γινώσκω τὸν πατέρα, καὶ
τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ
ἄλλα πρόβατα ἔχω, ἃ
οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά
με δεῖ
ἀγαγεῖν, καὶ
τῆς φωνῆς μου ἀκούσουσι, καὶ
γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα Πατρί
καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου..
πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί
ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου...
πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἑξάλειψον τὸ ἀνόμημά μου.
Λαμπρὰ
καὶ
χαρμόσυνος, ἡ
παναγία σου μνήμη, Γρηγόριε ἔνδοξε, ἐφέστηκε σήμερον ἡμῖν ἅπασι· διὸ
καὶ
νῦν δώρησαι, τὴν εἰρήνην Πάτερ, χαρισμάτων ἡμᾶς ἔμπλησον, ὅπως ὰν λάβωμεν, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Τούτῳ
οὖν προσερχόμενοι, πίστει τε καὶ
πόθῳ
προσείπωμεν· θεῖε ἱεράρχα, Γρηγόριε ὁσίων καλλονή, ὑπὲρ ἡμῶν ἐλλίπῃς σήν, πρεσβείαν ποιούμενος.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥύστης ποιμνίου ἀνεδείχθης, ὦ
Γρηγόριε καὶ
τῶν χηρῶν προστάτης, ὀρφανῶν τε λιμήν, καὶ
πλουτιστὴς πενήτων· διὸ
καὶ
ἡμᾶς λύτρωσαι, ἐκ κινδύνων σαῖς πρεσβείαις.
Σῶσον τοὺς σὲ
ἀνευφημοῦντας, ὁσιώτατε Γρηγόριε Καλλίδη, καὶ
τῷ
θείῳ
φωτί, καταύγασον σοὺς δούλους, καὶ
σαῖς λιταῖς ἐξάρπασον, τῆς σατὰν μηχανουργίας.
Σῶσον παμμάκαρ σοὺς ἱκέτας, περιστάσεων καὶ
ζάλης ἐναντίας, ταῖς εὐχαῖς σου σοφέ, πρὸς Κύριον βοῶντας· εὐλογητὸς εἶ
Κύριε, ὁ
Θεὸ
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἔτεκες ἄχραντε Μαρία, τὸν ἀχώρητον Δεσπότην τῶν ἁπάντων, Ὃν ἀεὶ
ὡς Υἱόν, ὑπὲρ ἡμῶν δυσώπει, νόσου καὶ
πάσης θλίψεως, ἀπαλλάξαι Παναγία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν οὐρανίοις, τοῖς σκηνώμασι Γρηγόριε ἐντρυφῶν καὶ
χαίρων, συν Ἀγγέλοις πρέσβευε Κυρίῳ,
ὑπὲρ τῶν σὲ
ὑμνούντων.
Μὴ
διαλίπῃς, τὸν Ἰησοῦν ἱκετεύων, ὡς προστάτης πιστῶν ὦ
Γρηγόριε, διαφυλαχθῆναι ἡμᾶς, ἐκ πάσης βλάβης.
Ὅσοι ἐν πίστει, εἰλικρινεῖ
προσέρχονται, τῇ
σορῷ
τῶν ἁγίων σου λειψάνων, ψυχῶν καὶ
σωμάτων, λαμβάνουσιν τὴν ῥῶσιν.
Θεοτοκίον.
Ῥεῖθρα δακρύων, ψυχικῶν δός μοι Κόρη, ἵνα πλύνω παθῶ
μου τὸν ῥῦπον, καὶ
ὁδήγησόν με, πρὸς τρίβους σωτηρίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀλβία σου ἡ πόλις, καὶ
χαρίτνω πλήρης, τὴν σὴν σορὸν κεκτημένη Γρηγόριε, ὡς ὄλβον ἔμψυχον ὄντως καὶ
ἀδαπάνητον.
Ἱκέτευε ὸν Κτίστην, ὡς Αὐτοῦ
ἱεράρχης, τῶν δυσχερῶν ἡμῖν δοῦναι τὴν λύτρωσιν, τοῖς τῇ
σορῷ
σου τῇ
θείᾳ
προστρέχουσιν.
Μὴ
παύσῃ
ἱκετεύων, τὸν Θεὸν τῶν ὅλων, σεβασμιώτατε Πάτερ Γρηγόριε, λῦσιν πταισμάτων δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον.
Μαρία
Θεοτόκε, Σὲ ὑμνολογοῦμεν, ὅτι παντοίων κινδύνων λυτροῦσαι ἡμᾶς, ταῖς μητρικαῖς πρὸς τὸν Τόκον τὸν Σὸν πρεσβείαις Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ
μητέρα τοῦ
Θεοῦ
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις
Ἡρακλείας ἡ καλλονή, χαίροις ὀρφανῶν τε, καὶ
πενήτων ὁ
βοηθός, χαίροις τῶν πατέρων, ὡράϊσμα καὶ
κλέος, Γρηγόριε τρισμάκαρ, σὲ
μεγαλύνομεν.
Χαίροις
Ἡρακλείας θεῖος βλαστός, καὶ
Θεσσαλονίκης, ποιμενάρχης ὁ
θαυμαστός, χαίροις ὁ
παρέχων, ἡμῖν τοῖς σὲ
τιμῶσιν, Γρηγόριε
παμμάκαρ, τὴν σὴν ἀντίληψιν.
Δεῦτε προσκυνήσωμεν οἱ
πιστοί, Γρηγορίου τοῦ
θείου, τὴν εἰκόνα τὴν ἱεράν, τὴν ἀποσοβοῦσαν, παθῶν τὰς δυσοσμίας, καὶ
ἴασιν καὶ ῥῶσιν, πᾶσι παρέχουσαν.
Ὀρφανῶν προστάτην σε καὶ
χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ῥύστην, ποιμνίου δὲ
σωτῆρα, κεκτήμεθα παμμάκαρ, σοφὲ
Γρηγόριε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ
δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον
ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον
ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον
ημάς.
Δόξα
Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των
αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις
αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι
τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον.
Κύριε, ελέησον.
Δόξα
Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των
αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου,
ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης.
Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα
ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις
πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
A῎ξιόν ἐστίν ὡς
ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί
μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν· τήν ὄντως Θεοτόκον σέ
μεγαλύνομεν.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ,
οἱ
ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί
καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Κύριε
ἐλέησον ἡμᾶς, ἐπί Σοὶ
γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ
νῦν ὡς εὔσπλαχνος καὶ
λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ
γὰρ εἶ
Θεός ἡμῶν καὶ
ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ
τὸ
ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν καί
ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ
τῶν περιστάσεων, Σὺ
γὰρ ἡ
σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν,
εἰληφὼς παρὰ
Θεοῦ,
πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ
τὴν σκέπην σου, Ἅγιε Γρηγόριε, τοῖς σοὶ
προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δὲ
τῇ
προστασίᾳ
σου· ὅθεν, καὶ
ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ
πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ,
φύλαξόν με ὑπὸ
τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου