Πέμπτη, Ιανουαρίου 30, 2020

Οι Τρεις Ιεράρχες και πως καθιερώθηκε η εορτή τους.

Σοφία Ντρέκου

Αληθινή επανάσταση είναι... σε μέρες και καιρούς σκοτεινούς και ταραγμένους να προβάλεις τέτοια πρότυπα ήθους και ζωής.

Οι τρεις Ιεράρχες, Άγιοι Προστάτες  της Παιδείας και των Γραμμάτων, γιορτάζουν στις 30 Ιανουαρίου. Την εορτή των Τριών Ιεραρχών καθιέρωσε ο ...Διαβάστε περισσότερα »

1 σχόλιο:

  1. Ανώνυμος30/1/17

    Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους, Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ. Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις, Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν. Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
    Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ. Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
    Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην. Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας, Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως· Κὰλλoς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος, Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας. Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν, Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας, Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων, Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν. Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην, Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις. Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν, Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν Στοιχειακῆς φέρουσι Τριάδος τύπον.
    Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων, Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις. Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον, Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.
    Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν, Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι. Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων, Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος, Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
    Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν, Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.
    Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.
    Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.

    ΑπάντησηΔιαγραφή